The nature of the Christian life
5
Immorality must be punished
1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται*—ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ† ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.‡ 3 Ἐγὼ μὲν γάρ, ὡς§ ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα, ὡς παρών, τὸν οὕτως τοῦτο κατεργασάμενον· 4 ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν* Ἰησοῦ Χριστοῦ,† συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,‡ 5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.§
Down with moral ‘yeast’
6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7 Ἐκκαθάρατε οὖν* τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε, ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν† ἐτύθη, Χριστός. 8 Ὥστε ἑορτάζωμεν,‡ μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἱλικρινείας§ καὶ ἀληθείας.
Avoid contaminators
9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι* πόρνοις 10 —καὶ† οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ‡ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε§ ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 Νυνὶ* δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ † πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος,‡ ἢ μέθυσος, ἢ ἅρπαξ—τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
12 Τί γάρ μοι καὶ§ τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13 Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ,* καὶ† ἐξαρεῖτε‡ τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
* 5:1 ονομαζεται f35 (96.8%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (3.2%) NU † 5:2 εξαρθη f35 [95%] HF,RP,OC,TR,CP ¦ αρθη 𝕻46ℵA,B,C [5%] NU ‡ 5:2 ποιησας f35 𝕻46B [97%] HF,RP,OC,TR,CP ¦ πραξας ℵA,C [3%] NU § 5:3 ως f35 [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU * 5:4 ημων f35 𝕻46B [97%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵA [3%] † 5:4 χριστου f35 𝕻46ℵ [96%] HF,RP,OC,TR,CP ¦ — A,B [4%] NU ‡ 5:4 χριστου f35 [94%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [5%] NU ¦ longer omissions [1%] § 5:5 ιησου f35 ℵ [88%] HF,RP,OC,TR ¦ ημων 1 χριστου A [10%] lat,syr,cop ¦ 1 χριστου [1%] CP ¦ — 𝕻46B [1%] NU * 5:7 ουν f35 C,048 [65%] OC,TR ¦ — 𝕻46ℵA,B [35%] HF,RP,CP,NU (OC is in small print.) † 5:7 υπερ ημων f35 (91.8%) HF,RP,OC,TR,CP ¦ 1 υμων (4.3%) ¦ — ℵA,B,C,048 (3.3%) NU ¦ two other readings (0.5%) ‡ 5:8 εορταζωμεν rell ¦ εορταζομεν A [20%] § 5:8 εἱλικρινειας f35 [20%] ¦ εἰλικρινειας 𝕻46B [55%] HF,RP,OC,TR,CP,NU ¦ ειλικρινιας ℵC [23%] ¦ ιλικρινιας [1%] ¦ ηλικρινιας A (Since collators have generally not recorded breathing, one can only guess at percentages.) * 5:9 συναναμιγνυσθαι rell ¦ συναναμιγνυσθε [10%] † 5:10 και f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU ‡ 5:10 η f35 𝕻46 [96%] HF,RP,OC,TR,CP ¦ και ℵA,B,C,048 [4%] NU § 5:10 οφειλετε f35 [82%] HF,RP,OC,TR,CP ¦ ωφειλετε 𝕻46(ℵ)B,C [13%] NU ¦ ωφειλεται (A) [3%] ¦ οφειλεται [2%] * 5:11 νυνι f35 ℵC [55%] HF,TR ¦ νυν 𝕻46A,B [45%] RP,OC,CP,NU † 5:11 ἦ rell ¦ ὴ [50%] ‡ 5:11 η πλεονεκτης η ειδωλολατρης η λοιδορος rell ¦ ~ 561234 CP ¦ ~ 341256 [1%] § 5:12 και f35 [95%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [5%] NU * 5:13 κρινεῖ f35 [80%] HF,RP,CP,NU ¦ κρίνει [20%] OC,TR † 5:13 και f35 [95%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [5%] NU ‡ 5:13 εξαρειτε f35 [85%] HF,RP,OC,TR ¦ εξαρατε ℵA,B,C [4%] NU ¦ εξαιρετε 𝕻46 [1%] ¦ εξαιρειτε [3%] CP ¦ εξαρειται [6%] ¦ three further spellings [1%]