6
Down with lawsuits!
1 Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 Οὐκ* οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; Μήτι γε βιωτικά; 4 Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε. 5 Πρὸς ἐντροπὴν ὑμῖν† λέγω. Οὕτως οὐκ ἔνι‡ ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς§ ὃς δυνήσεται διακρῖναι* ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; 6 Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 Ἤδη μὲν οὖν† ὅλως ἥττημα‡ ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾿ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8 Ἀλλ᾿§ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα* ἀδελφούς.
How to avoid inheriting the Kingdom
9 Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ† οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, 10 οὔτε πλεονέκται, οὔτε κλέπται,‡ οὔτε§ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ* κληρονομήσουσιν. 11 Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλ᾿† ἡγιάσθητε, ἀλλ᾿‡ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ§ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.
Fornication is bad!
12 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι. 14 Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας* οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. 16 Ἢ† οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; «Ἔσονται» γάρ, φησίν, «οἱ δύο εἰς σάρκα μίαν.» 17 Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.
18 Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ‡ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα§ ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20 Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν τοῦ Θεοῦ.*
* 6:2 ουκ f35 [92%] HF,RP,OC,TR,CP ¦ η 1 𝕻46ℵA,B,C [8%] NU † 6:5 υμιν rell ¦ υμων [15%] ‡ 6:5 ενι f35 𝕻46ℵB,C [96%] HF,RP,OC,CP,NU ¦ εστιν [4%] TR ¦ A omits verses 3-6 § 6:5 σοφος ουδε εις f35 [92%] HF,RP,OC,TR,CP ¦ ~ ουδεις 1 𝕻46ℵB,C [4%] NU ¦ ~ 231 [2%] ¦ 1 ουδεις [2%] ¦ A omits verses 3-6 * 6:5 διακριναι rell ¦ ανακριναι ℵ [20%] ¦ A omits verses 3-6 † 6:7 ουν f35 A,B,C [95%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46ℵ [5%] ‡ 6:7 ηττημα rell ¦ 1 εν TR § 6:8 αλλ f35 [35%] ¦ αλλα 𝕻46ℵA,B,C [65%] HF,RP,OC,TR,CP,NU * 6:8 ταυτα f35 [93%] HF,RP,OC,TR,CP ¦ τουτο 𝕻46ℵA,B,C [5%] NU ¦ τοτε [2%] † 6:9 βασιλειαν θεου f35 [97%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA(B)C [3%] NU ‡ 6:10 πλεονεκται ουτε κλεπται f35 [80%] HF,RP,OC,CP ¦ ~ 32 (ουδε 𝕻46) 1 𝕻46ℵA,B,C [15%] TR,NU ¦ ~ 31 [5%] § 6:10 ουτε f35 B [94%] HF,RP,OC,TR,CP ¦ ου ℵA,C [6%] NU ¦ ουδε 𝕻46 * 6:10 ου f35 (85.9%) HF,RP,OC,TR ¦ — 𝕻46ℵA,B,C (13.6%) CP,NU ¦ one other reading (0.5%) † 6:11 αλλ f35 [35%] ¦ αλλα rell ‡ 6:11 αλλ f35 C [77%] HF,RP,TR,CP ¦ αλλα 𝕻46ℵA,B [23%] OC,NU § 6:11 ιησου f35 A [87%] HF,RP,OC,TR,CP ¦ 1 χριστου 𝕻46ℵ [3%] NU ¦ ημων 1 χριστου B [10%] * 6:15 αρας f35 𝕻46ℵA,B,C [70%] HF,RP,OC,TR,CP,NU ¦ αρα [30%] † 6:16 η f35 ℵA,B,C [60%] OC,TR[NU] ¦ — 𝕻46 [40%] HF,RP,CP ‡ 6:18 ποιηση rell ¦ ποιησει [13%] § 6:19 το σωμα f35 𝕻46ℵB,C [65%] HF,RP,OC,TR,CP,NU ¦ τα σωματα [35%] * 6:20 και εν τω πνευματι υμων ατινα εστιν του θεου f35 (96.3%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (3.7%) NU