3
Concern leads to action
1 Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι 2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν* ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς† περὶ‡ τῆς πίστεως ὑμῶν, 3 τὸ§ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. 4 Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι· καθὼς καὶ ἐγένετο, καὶ οἴδατε. 5 Διὰ τοῦτο κἀγώ, μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
6 Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾿ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς 7 —διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾿ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ* ἡμῶν διὰ τῆς ὑμῶν† πίστεως· 8 ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε‡ ἐν Κυρίῳ.
Paul’s desire to go to them
9 Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾿ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν· 10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι, εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
11 Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς§ κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. 12 Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, 13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους* ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ† μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.‡
* 3:2 διακονον του θεου και συνεργον ημων f35 (94.6%) RP,HF,OC,TR,CP ¦ 12345 υμων (0.7%) ¦ 123 ℵA (3.1%) ¦ ~ 523 (0.3%) NU ¦ 5 B (0.3%) ¦ five other readings (1%) † 3:2 υμας f35 [90%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,I [10%] NU ‡ 3:2 περι f35 [90%] RP,HF,OC,TR,CP ¦ υπερ ℵA,B [10%] NU § 3:3 το f35 ℵA,B [85%] RP,HF,OC,CP,NU ¦ τω [10%] TR ¦ του [5%] * 3:7 θλιψει και αναγκη f35 [92%] RP,HF,OC,TR,CP ¦ ~ 321 ℵA,B [8%] NU † 3:7 υμων rell ¦ ημων CP ‡ 3:8 στηκητε f35 ℵ [40%] OC,TR,CP ¦ στηκετε A,B [60%] RP,HF,NU § 3:11 χριστος f35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [4%] NU * 3:13 αμεμπτους rell ¦ αμεμπτως B [10%] † 3:13 χριστου f35 [80%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [20%] NU (Soden lists Kr for the omission, but is in error.) ‡ 3:13 αυτου f35 B [96%] RP,HF,OC,TR,CP ¦ 1 αμην ℵA [4%] [NU]