ΙΩΑΝΝΟΥ Α΄
1
Prologue
1 Ὃ ἦν ἀπ᾿ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς Ζωῆς— 2 καὶ ἡ Ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν Ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν— 3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν ὑμῖν,* ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾿ ἡμῶν· καὶ ἡ κοινωνία δὲ† ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ, Ἰησοῦ Χριστοῦ. 4 Καί, ταῦτα γράφομεν ὑμῖν‡ ἵνα ἡ χαρὰ ἡμῶν§ ᾖ πεπληρωμένη.
The conditions of fellowship
God is light
5 Καὶ ἔστιν αὕτη* ἡ ἀγγελία† ἣν ἀκηκόαμεν ἀπ᾿ αὐτοῦ καὶ ἀναγγέλλομεν‡ ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. 6 Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν§ μετ᾿ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατοῦμεν,* ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν. 7 Ἐὰν δὲ† ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾿ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ‡ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
God forgives confessed sin
8 Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ Ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.§ 9 Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ* ἡμᾶς ἀπὸ πάσης ἀδικίας. 10 Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
* 1:3 υμιν f35 [94%] RP,HF,OC,TR,CP ¦ και 1 (ℵ)A,B,C [6%] NU † 1:3 δε rell ¦ — C [10%] ‡ 1:4 υμιν f35 C [98.8%] RP,HF,OC,TR,CP ¦ ημεις ℵAvB [1.2%] NU § 1:4 ημων f35 ℵB [59%] RP,HF,OC,TR,CP,NU ¦ υμων A,C [41%] (Some TRs read ‘your’. Either pronoun makes sense, and the difference is in only one letter, but ‘our’ has the better attestation, as well as making better sense.) * 1:5 εστιν αυτη f35 ℵB,C [78%] RP,HF,CP,NU ¦ ~ 21 A [22%] OC,TR † 1:5 αγγελια f35 A,B [79%] RP,HF,CP,NU ¦ επαγγελια C [21%] OC,TR ¦ απαγγελια ℵ ¦ one other reading ‡ 1:5 αναγγελλομεν f35 ℵA,B,C [85%] RP,HF,OC,TR,CP,NU ¦ απαγγελλομεν [15%] § 1:6 εχομεν rell ¦ εχωμεν [14%] * 1:6 περιπατουμεν f35 [29%] ¦ περιπατωμεν ℵA,B,C [71%] RP,HF,OC,TR,CP,NU (The verb ‘say’ is properly Subjunctive, being controlled by εαν, but the verbs ‘have’ and ‘walk’ are part of a statement and are properly Indicative—only if we are in fact walking in darkness do we become liars for claiming to be in fellowship. So περιπατουμεν is correct.) † 1:7 δε rell ¦ — [1.6%] ECM [!?] ‡ 1:7 χριστου f35 A [95%] RP,HF,OC,TR,CP ¦ — ℵB,C [5%] NU § 1:8 ουκ εστιν εν ημιν rell ¦ ~ 3412 A,C [19%] * 1:9 καθαριση rell ¦ καθαρισει A [12%]