10
Israel needs salvation
1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ *η f35 [97%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν†του ισραηλ εστιν f35 [95%] OC,RP,HF,TR(CP) ¦ αυτων 𝕻46ℵA,B [3%] NU ¦ αυτων 3 [2%] εἰς σωτηρίαν. 2 Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. 3 Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην‡δικαιοσυνην f35 𝕻46ℵ (95.3%) OC,RP,HF,TR,CP[NU] ¦ — A,B (3.7%) ¦ long omissions (1%) ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
How to be saved
4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι 5 —Μωσῆς§μωσης f35 A [30%] TR ¦ μωυσης 𝕻46ℵB [70%] OC,RP,HF,CP,NU γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ*του f35 𝕻46 [99%] OC,RP,HF,TR,CP[NU] ¦ — ℵA,B [1%] νόμου, ὅτι «Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.» 6 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ‹Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;› » (τοῦτ᾿ ἔστιν, Χριστὸν καταγαγεῖν) 7 «ἤ, ‹Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;› » (τοῦτ᾿ ἔστιν, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν). 8 Ἀλλὰ τί λέγει; «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου» (τοῦτ᾿ ἔστιν, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν)· 9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, «Κύριον Ἰησοῦν,» καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν†αυτον ηγειρεν rell ¦ ~ 21 [14%] ἐκ νεκρῶν, σωθήσῃ. 10 Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11 Λέγει γὰρ ἡ Γραφή·‡γραφη f35 ℵA,B [99%] OC,RP,HF,TR,NU ¦ 1 οτι [1%] CP «Πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται»· 12 οὐ γὰρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς Κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 «Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.»
The message is necessary
14 Πῶς οὖν ἐπικαλέσονται§επικαλεσονται f35 𝕻46 [98%] OC,RP,HF,TR,CP ¦ επικαλεσωνται ℵA,B [2%] NU εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν*πιστευσουσιν f35 A [88%] OC,RP,HF,TR,CP ¦ πιστευσωσιν 𝕻46ℵB [7%] NU ¦ πιστευουσιν [5%] οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσιν†ακουσουσιν f35 [75%] OC,RP,HF,TR,CP ¦ ακουσωσιν A,B [20%] NU ¦ ακουσονται ℵ [5%] ¦ ακουσωνται 𝕻46 χωρὶς κηρύσσοντος; 15 Πῶς δὲ κηρύξουσιν‡κηρυξουσιν f35 [83%] OC,RP,HF,TR,CP ¦ κηρυξωσιν 𝕻46ℵA,B [17%] NU ἐὰν μὴ ἀποσταλῶσιν; Καθὼς γέγραπται· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην,§των ευαγγελιζομενων ειρηνην f35 (89.5%) OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B,C (10.5%) NU [easy homoioteleuton] τῶν εὐαγγελιζομένων τὰ*τα f35 𝕻46ℵ [96%] OC,RP,HF,TR,CP[NU] ¦ — A,B,C [4%] ἀγαθά.» 16 (Ἀλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· «Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;») 17 Ἄρα†αρα rell ¦ 1 ουν [10%] ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.‡θεου f35 A [98%] OC,RP,HF,TR,CP ¦ χριστου 𝕻46ℵB,C [2%] NU
A rebellious people
18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» 19 Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ;§ουκ εγνω ισραηλ f35 [96%] OC,RP,HF,TR,CP ¦ ~ 312 𝕻46ℵA,B,C [4%] NU Πρῶτος Μωσῆς*μωσης f35 A [20%] TR ¦ μωυσης 𝕻46ℵB,C [80%] OC,RP,HF,CP,NU λέγει· «Ἐγὼ παραζηλώσω†παραζηλωσω rell ¦ παραζηλω [3%] CP ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει,‡εθνει rell ¦ εθνη [18%] ¦ εθνι ℵ ἐπὶ§επι f35 [92%] OC,RP,HF,TR,CP ¦ επ ℵA,B,C [8%] NU ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.» 20 Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· «Εὑρέθην*ευρεθην f35 ℵA,C [99%] OC,RP,HF,TR,CP ¦ 1 εν 𝕻46B [1%] [NU] τοῖς ἐμὲ μὴ†μη rell ¦ — [10%] ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.» 21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.»

*10:1 η f35 [97%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU

†10:1 του ισραηλ εστιν f35 [95%] OC,RP,HF,TR(CP) ¦ αυτων 𝕻46ℵA,B [3%] NU ¦ αυτων 3 [2%]

‡10:3 δικαιοσυνην f35 𝕻46ℵ (95.3%) OC,RP,HF,TR,CP[NU] ¦ — A,B (3.7%) ¦ long omissions (1%)

§10:5 μωσης f35 A [30%] TR ¦ μωυσης 𝕻46ℵB [70%] OC,RP,HF,CP,NU

*10:5 του f35 𝕻46 [99%] OC,RP,HF,TR,CP[NU] ¦ — ℵA,B [1%]

†10:9 αυτον ηγειρεν rell ¦ ~ 21 [14%]

‡10:11 γραφη f35 ℵA,B [99%] OC,RP,HF,TR,NU ¦ 1 οτι [1%] CP

§10:14 επικαλεσονται f35 𝕻46 [98%] OC,RP,HF,TR,CP ¦ επικαλεσωνται ℵA,B [2%] NU

*10:14 πιστευσουσιν f35 A [88%] OC,RP,HF,TR,CP ¦ πιστευσωσιν 𝕻46ℵB [7%] NU ¦ πιστευουσιν [5%]

†10:14 ακουσουσιν f35 [75%] OC,RP,HF,TR,CP ¦ ακουσωσιν A,B [20%] NU ¦ ακουσονται ℵ [5%] ¦ ακουσωνται 𝕻46

‡10:15 κηρυξουσιν f35 [83%] OC,RP,HF,TR,CP ¦ κηρυξωσιν 𝕻46ℵA,B [17%] NU

§10:15 των ευαγγελιζομενων ειρηνην f35 (89.5%) OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B,C (10.5%) NU [easy homoioteleuton]

*10:15 τα f35 𝕻46ℵ [96%] OC,RP,HF,TR,CP[NU] ¦ — A,B,C [4%]

†10:17 αρα rell ¦ 1 ουν [10%]

‡10:17 θεου f35 A [98%] OC,RP,HF,TR,CP ¦ χριστου 𝕻46ℵB,C [2%] NU

§10:19 ουκ εγνω ισραηλ f35 [96%] OC,RP,HF,TR,CP ¦ ~ 312 𝕻46ℵA,B,C [4%] NU

*10:19 μωσης f35 A [20%] TR ¦ μωυσης 𝕻46ℵB,C [80%] OC,RP,HF,CP,NU

†10:19 παραζηλωσω rell ¦ παραζηλω [3%] CP

‡10:19 εθνει rell ¦ εθνη [18%] ¦ εθνι ℵ

§10:19 επι f35 [92%] OC,RP,HF,TR,CP ¦ επ ℵA,B,C [8%] NU

*10:20 ευρεθην f35 ℵA,C [99%] OC,RP,HF,TR,CP ¦ 1 εν 𝕻46B [1%] [NU]

†10:20 μη rell ¦ — [10%]