9
1 καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ⸂τῶν ὧδε* ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ† τὸν Ἰάκωβον ⸀καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 3 καὶ τὰ ἱμάτια αὐτοῦ ⸀ἐγένετο‡ στίλβοντα λευκὰ ⸀λίαν§ οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται ⸀οὕτως* λευκᾶναι. 4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν ⸂τρεῖς σκηνάς†, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. 6 οὐ γὰρ ᾔδει τί ⸀ἀποκριθῇ‡ ⸂ἔκφοβοι γὰρ ἐγένοντο§. 7 καὶ ἐγένετο* νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ⸀ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ⸂ἀκούετε αὐτοῦ†. 8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ⸂ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν‡.
9 ⸂Καὶ καταβαινόντων§ αὐτῶν ⸀ἐκ* τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸂ἃ εἶδον διηγήσωνται†, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12 ὁ δὲ ⸀ἔφη‡ αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ⸀ἀποκαθιστάνει§ πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ⸀ἐξουδενηθῇ* 13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸀ἤθελον† καθὼς γέγραπται ἐπʼ αὐτόν.
14 Καὶ ⸂ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον‡ ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας ⸂πρὸς αὐτούς§. 15 καὶ ⸀εὐθὺς* πᾶς ὁ ὄχλος ⸂ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν†, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 καὶ ἐπηρώτησεν ⸀αὐτούς‡ Τί συζητεῖτε πρὸς ⸀αὑτούς§ 17 καὶ ⸂ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου* · Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18 καὶ ὅπου ⸀ἐὰν† αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ⸀ὀδόντας‡ καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς ⸀αὐτοῖς§ λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν ⸂τὸ πνεῦμα εὐθὺς* ⸀συνεσπάραξεν† αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ⸀Ἐκ‡ παιδιόθεν· 22 καὶ πολλάκις ⸂καὶ εἰς πῦρ αὐτὸν§ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι ⸀δύνῃ* βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ ⸀δύνῃ† πάντα δυνατὰ τῷ πιστεύοντι. 24 ⸀εὐθὺς‡ κράξας ὁ πατὴρ τοῦ ⸀παιδίου§ ἔλεγεν· ⸀Πιστεύω* βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ⸂ἄλαλον καὶ κωφὸν πνεῦμα†, ἐγὼ ⸂ἐπιτάσσω σοι‡, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ ⸂κράξας καὶ πολλὰ σπαράξας§ ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε ⸀τοὺς* πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας ⸂τῆς χειρὸς αὐτοῦ† ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 καὶ ⸂εἰσελθόντος αὐτοῦ‡ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ⸂κατʼ ἰδίαν ἐπηρώτων αὐτόν§ · Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν ⸀προσευχῇ*
30 Κἀκεῖθεν ἐξελθόντες ⸀παρεπορεύοντο† διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς ⸂μετὰ τρεῖς ἡμέρας‡ ἀναστήσεται. 32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 Καὶ ⸀ἦλθον§ εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ⸀ὁδῷ* διελογίζεσθε; 34 οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· 37 Ὃς ⸀ἂν† ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ⸁ἂν‡ ἐμὲ ⸀δέχηται§ οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
38 ⸂Ἔφη αὐτῷ ὁ Ἰωάννης* · Διδάσκαλε, εἴδομέν τινα ⸀ἐν† τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸂καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν‡. 39 ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40 ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ἡμῶν, ὑπὲρ ἡμῶν§ ἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ⸀ὀνόματι* ὅτι† χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ ⸀ἀπολέσῃ‡ τὸν μισθὸν αὐτοῦ.
42 Καὶ ὃς ⸀ἂν§ σκανδαλίσῃ ἕνα τῶν μικρῶν ⸀τούτων* τῶν πιστευόντων ⸂εἰς ἐμέ†, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται ⸂μύλος ὀνικὸς‡ περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν ⸀σκανδαλίζῃ§ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ⸂ἐστίν σε* κυλλὸν ⸂εἰσελθεῖν εἰς τὴν ζωὴν† ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ⸀ἄσβεστον‡ 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε§ ἀπόκοψον αὐτόν· καλόν ἐστίν ⸀σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν ⸀γέενναν* 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν ⸀σέ† ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν‡ βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς ⸀τὴν ⸀γέενναν§ 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
49 Πᾶς γὰρ πυρὶ ⸀ἁλισθήσεται* 50 καλὸν τὸ ἅλα† · ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ⸀ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
* 9:1 τῶν ὧδε RP ] ὧδε τῶν WH Treg NA28 † 9:2 καὶ WH Treg RP ] + τὸν NA28 ‡ 9:3 ἐγένετο WH NA28 ] ἐγένοντο Treg RP § 9:3 λίαν WH Treg NA28 ] + ὡς χιών RP * 9:3 οὕτως WH Treg NA28 ] – RP † 9:5 τρεῖς σκηνάς WH Treg NA28 ] σκηνὰς τρεῖς RP ‡ 9:6 ἀποκριθῇ WH Treg NA28 ] λαλήσει RP § 9:6 ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NA28 ] ἦσαν γὰρ ἔκφοβοι RP * 9:7 ἐγένετο WH NA28 ] ἦλθεν Treg RP † 9:7 ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP ‡ 9:8 ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν Treg NA28 RP ] μεθʼ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH § 9:9 Καὶ καταβαινόντων WH Treg NA28 ] Καταβαινόντων δὲ RP * 9:9 ἐκ WH NA28 ] ἀπὸ Treg RP † 9:9 ἃ εἶδον διηγήσωνται WH Treg NA28 ] διηγήσωνται ἃ εἶδον RP ‡ 9:12 ἔφη WH Treg NA28 ] ἀποκριθείς εἶπεν RP § 9:12 ἀποκαθιστάνει WH Treg NA28 ] ἀποκαθιστᾷ RP * 9:12 ἐξουδενηθῇ WH Treg NA28 ] ἐξουδενωθῇ RP † 9:13 ἤθελον WH Treg NA28 ] ἠθέλησαν RP ‡ 9:14 ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον WH Treg NA28 ] ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν RP § 9:14 πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP * 9:15 εὐθὺς WH Treg NA28 ] εὐθέως RP † 9:15 ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν WH Treg NA28 ] ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP ‡ 9:16 αὐτούς WH Treg NA28 ] τοῦς γραμματεῖς RP § 9:16 αὑτούς Holmes ] αὐτούς WH Treg NA28 RP * 9:17 ἀπεκρίθη αὐτῷ εἷς … ὄχλου WH Treg NA28 ] ἀποκριθεὶς εἷς … ὄχλου εἶπεν RP † 9:18 ἐὰν WH Treg NA28 ] ἂν RP ‡ 9:18 ὀδόντας WH Treg NA28 ] + αὐτοῦ RP § 9:19 αὐτοῖς WH Treg NA28 ] αὐτῷ RP * 9:20 τὸ πνεῦμα εὐθὺς WH Treg NA28 ] εὐθέως τὸ πνεῦμα RP † 9:20 συνεσπάραξεν WH NA28 ] ἐσπάραξεν Treg RP ‡ 9:21 Ἐκ WH Treg NA28 ] – RP § 9:22 καὶ εἰς πῦρ αὐτὸν WH NA28 ] αὐτὸν καὶ εἰς πῦρ Treg; αὐτὸν καὶ εἰς τὸ πῦρ RP * 9:22 δύνῃ WH Treg NA28 ] δύνασαι RP † 9:23 δύνῃ WH Treg NA28 ] δύνασαι πιστεῦσαι RP ‡ 9:24 εὐθὺς WH NA28 ] καὶ εὐθὺς Treg; καὶ εὐθέως RP § 9:24 παιδίου WH Treg NA28 ] + μετὰ δακρύων RP * 9:24 Πιστεύω WH Treg NA28 ] + κύριε RP † 9:25 ἄλαλον καὶ κωφὸν πνεῦμα WH Treg NA28 ] πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν RP ‡ 9:25 ἐπιτάσσω σοι WH Treg NA28 ] σοι ἐπιτάσσω RP § 9:26 κράξας καὶ πολλὰ σπαράξας WH Treg NA28 ] κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν RP * 9:26 τοὺς WH Treg NA28 ] – RP † 9:27 τῆς χειρὸς αὐτοῦ WH Treg NA28 ] αὐτὸν τῆς χειρός RP ‡ 9:28 εἰσελθόντος αὐτοῦ WH Treg NA28 ] εἰσελθόντα αὐτὸν RP § 9:28 κατʼ ἰδίαν ἐπηρώτων αὐτόν WH Treg NA28 ] ἐπηρώτων αὐτὸν κατʼ ἰδίαν RP * 9:29 προσευχῇ WH NA28 ] + καὶ νηστείᾳ Treg RP † 9:30 παρεπορεύοντο NA28 RP ] ἐπορεύοντο WH Treg ‡ 9:31 μετὰ τρεῖς ἡμέρας WH Treg NA28 ] τῇ τρίτῃ ἡμέρᾳ RP § 9:33 ἦλθον WH Treg NA28 ] ἦλθεν RP * 9:33 ὁδῷ WH Treg NA28 ] + πρὸς ἑαυτοὺς RP † 9:37 ⸀ἂν WH Treg NA28 ] ἐὰν RP ‡ 9:37 ⸁ἂν WH Treg NA28 ] ἐὰν RP § 9:37 δέχηται WH Treg NA28 ] δέξηται RP * 9:38 Ἔφη αὐτῷ ὁ Ἰωάννης WH NA28 ] + λέγων Treg; Ἀπεκρίθη δὲ αὐτῷ Ἰωάννης λέγων RP † 9:38 ἐν WH Treg NA28 ] – RP ‡ 9:38 καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν WH NA28 ] ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν Treg; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν RP; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν Greeven § 9:40 ἡμῶν, ὑπὲρ ἡμῶν WH Treg NA28 ] ὑμῶν, ὑπὲρ ὑμῶν RP * 9:41 ὀνόματι WH Treg NA28 ] + μου RP † 9:41 ὅτι WH Treg NA28 ] – RP ‡ 9:41 ἀπολέσῃ WH NA28 RP ] ἀπολέσει Treg § 9:42 ἂν WH Treg NA28 ] ἐὰν RP * 9:42 τούτων WH Treg NA28 ] – RP † 9:42 εἰς ἐμέ Treg NA28 RP ] – WH ‡ 9:42 μύλος ὀνικὸς WH Treg NA28 ] λίθος μυλικὸς RP § 9:43 σκανδαλίζῃ Treg NA28 RP ] σκανδαλίσῃ WH * 9:43 ἐστίν σε WH Treg NA28 ] σοι ἐστὶν RP † 9:43 εἰσελθεῖν εἰς τὴν ζωὴν WH Treg NA28 ] εἰς τὴν ζωὴν εἰσελθεῖν RP ‡ 9:43 ἄσβεστον WH NA28 ] + 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP § 9:45 σε WH Treg NA28 ] σοι RP * 9:45 γέενναν WH NA28 ] + εἰς τὸ πῦρ τὸ ἄσβεστον 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP † 9:47 σέ WH Treg NA28 ] σοι RP ‡ 9:47 τὴν Treg NA28 RP ] – WH § 9:47 γέενναν WH Treg NA28 ] + τοῦ πυρός RP * 9:49 ἁλισθήσεται WH NA28 ] + καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται Treg RP † 9:50 ἅλα WH Treg NA28 ] ἅλας RP