16
1 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. 2 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ⸂Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός·*16:2–3 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NA28 RP ] ⟦WH⟧ †τὸ Treg NA28 ⟦WH⟧ ] Ὑποκριταί τὸ RP 3 καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. ⸀τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.⸃ 4 Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ‡Ἰωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. 5 Καὶ ἐλθόντες οἱ ⸀μαθηταὶ§μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. 6 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 7 οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. 8 γνοὺς δὲ ὁ Ἰησοῦς ⸀εἶπεν*εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ⸀ἐλάβετε†ἐλάβετε Treg RP ] ἔχετε WH NA28 9 οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ⸀ἄρτων‡ἄρτων WH Treg NA28 ] ἄρτου RP εἶπον ὑμῖν; ⸂προσέχετε δὲ§προσέχετε δὲ WH Treg NA28 ] προσέχειν RP ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης ⸂τῶν ἄρτων*τῶν ἄρτων WH Treg NA28 ] τοῦ ἄρτου RP ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· ⸀Τίνα†Τίνα WH Treg NA28 ] + με RP λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17 ⸂ἀποκριθεὶς δὲ‡ἀποκριθεὶς δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς RP ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλʼ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· 19 ⸀δώσω§δώσω WH NA28 ] καὶ δώσω Treg RP σοι τὰς ⸀κλεῖδας*κλεῖδας WH Treg NA28 ] κλεῖς RP τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ⸀ἐὰν†⸀ἐὰν WH NA28 RP ] ἂν Treg δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ⸁ἐὰν‡⸁ἐὰν WH NA28 RP ] ἂν Treg λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 τότε ⸀διεστείλατο§διεστείλατο Treg RP NA28 ] ἐπετίμησεν WH NIV τοῖς ⸀μαθηταῖς*μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ⸀ἐστιν†ἐστιν WH Treg NA28 ] + Ἰησοῦς RP ὁ χριστός. 21 Ἀπὸ τότε ἤρξατο ⸂ὁ Ἰησοῦς‡ὁ Ἰησοῦς Treg NA28 RP ] Ἰησοῦς Χριστὸς WH δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ⸂εἰς Ἱεροσόλυμα ἀπελθεῖν§εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NA28 ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον ⸂εἶ ἐμοῦ*εἶ ἐμοῦ WH Treg NA28 ] μου εἶ RP, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. 24 Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 25 ὃς γὰρ ⸀ἐὰν†ἐὰν WH Treg NA28 ] ἂν RP θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 26 τί γὰρ ⸀ὠφεληθήσεται‡ὠφεληθήσεται WH Treg NA28 ] ὠφελεῖται RP ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 ἀμὴν λέγω ὑμῖν ⸀ὅτι§ὅτι WH NA28 ] – Treg RP εἰσίν τινες ⸂τῶν ὧδε ἑστώτων*τῶν ὧδε ἑστώτων WH Treg NA28 ] ὧδε ἑστῶτες RP οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

*16:2 16:2–3 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NA28 RP ] ⟦WH⟧

†16:2 τὸ Treg NA28 ⟦WH⟧ ] Ὑποκριταί τὸ RP

‡16:4 Ἰωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP

§16:5 μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP

*16:8 εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP

†16:8 ἐλάβετε Treg RP ] ἔχετε WH NA28

‡16:11 ἄρτων WH Treg NA28 ] ἄρτου RP

§16:11 προσέχετε δὲ WH Treg NA28 ] προσέχειν RP

*16:12 τῶν ἄρτων WH Treg NA28 ] τοῦ ἄρτου RP

†16:13 Τίνα WH Treg NA28 ] + με RP

‡16:17 ἀποκριθεὶς δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς RP

§16:19 δώσω WH NA28 ] καὶ δώσω Treg RP

*16:19 κλεῖδας WH Treg NA28 ] κλεῖς RP

†16:19 ⸀ἐὰν WH NA28 RP ] ἂν Treg

‡16:19 ⸁ἐὰν WH NA28 RP ] ἂν Treg

§16:20 διεστείλατο Treg RP NA28 ] ἐπετίμησεν WH NIV

*16:20 μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP

†16:20 ἐστιν WH Treg NA28 ] + Ἰησοῦς RP

‡16:21 ὁ Ἰησοῦς Treg NA28 RP ] Ἰησοῦς Χριστὸς WH

§16:21 εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NA28 ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP

*16:23 εἶ ἐμοῦ WH Treg NA28 ] μου εἶ RP

†16:25 ἐὰν WH Treg NA28 ] ἂν RP

‡16:26 ὠφεληθήσεται WH Treg NA28 ] ὠφελεῖται RP

§16:28 ὅτι WH NA28 ] – Treg RP

*16:28 τῶν ὧδε ἑστώτων WH Treg NA28 ] ὧδε ἑστῶτες RP