24
1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ *⸂τῶν πρεσβυτέρων⸃ καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. 2 Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων,
Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ *⸂κατορθωμάτων⸃ γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, 3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. 4 Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. 5 Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ κινοῦντα *⸂στάσιν⸃ πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως· 6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν· *⸆ 7 *⸆ 8 *⸆ παρ᾽ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. 9 *⸂Συνεπέθεντο⸃ δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 Ἀπεκρίθη *⸂δὲ⸃ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν,
Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν *⸆ τῷ ἔθνει τούτῳ ἐπιστάμενος, *⸂2εὐθυμότερον⸃ τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου *⸂γνῶναι⸃ ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι *⸆ *⸂2δεκαδύο,⸃ ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων *⸂3ἐν⸃ Ἱερουσαλήμ· 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν. 13 *⸂Οὔτε⸃ παραστῆσαί *⸋με⸌ δύνανται *⸆ περὶ ὧν *⸂2νῦν⸃ κατηγοροῦσίν μου. 14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσιν *⸂τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις⸃ γεγραμμένοις· 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι *⸋νεκρῶν,⸌ δικαίων τε καὶ ἀδίκων. 16 Ἐν τούτῳ *⸂δὲ⸃ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν *⸂2ἔχων⸃ πρὸς *⸆ τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 Δι᾽ ἐτῶν δὲ πλειόνων *⸉παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου⸊ καὶ προσφοράς· 18 ἐν *⸂οἷς⸃ εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς *⸆ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· 19 οὓς *⸂δεῖ⸃ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός *⸂2με.⸃ 20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, *⸆ τί εὗρον *⸋ἐν ἐμοὶ⸌ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα *⸉ἑστὼς ἐν αὐτοῖς,⸊ ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον *⸂ὑφ᾽⸃ ὑμῶν.
22 *⸂Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς,⸃ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς· 23 διαταξάμενός *⸋τε⸌ τῷ ἑκατοντάρχῃ τηρεῖσθαι *⸂τὸν Παῦλον,⸃ ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν *⸋2ἢ προσέρχεσθαι⸌ αὐτῷ.
24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ *⸂γυναικὶ⸃ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς *⸂2χριστὸν⸃ πίστεως. 25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος *⸋ἔσεσθαι,⸌ ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα *⸆ καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, *⸋ὅπως λύσῃ αὐτόν·⸌ διὸ καὶ πυκνότερον *⸋2αὐτὸν⸌ μεταπεμπόμενος ὡμίλει αὐτῷ. 27 Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων *⸂τε⸃ *⸂2χάριτας⸃ καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.
* 24:1 ⸂ τῶν πρεσβυτέρων RP f 35 TR ¦ πρεσβυτέρων τινῶν TNT2 WH NA NIV SBL * 24:2 ⸂ κατορθωμάτων RP f 35 TR ¦ διορθωμάτων TNT2 WH NA NIV SBL * 24:5 ⸂ στάσιν RP f 35 TR ¦ στάσεις TNT2 WH NA NIV SBL * 24:6 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. TR * 24:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε TR * 24:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· TR * 24:9 ⸂ Συνεπέθεντο RP f 35 TNT2 WH NA NIV SBL ¦ Συνέθεντο TR * 24:10 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 24:10 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ δίκαιον f 35 * 24:10 ⸂2 εὐθυμότερον RP f 35 TR ¦ εὐθύμως TNT2 WH NA NIV SBL * 24:11 ⸂ γνῶναι RP f 35 TR ¦ ἐπιγνῶναι TNT2 WH NA NIV SBL * 24:11 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἤ TR * 24:11 ⸂2 δεκαδύο RP f 35 TR ¦ δώδεκα TNT2 WH NA NIV SBL * 24:11 ⸂3 ἐν RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 24:13 ⸂ Οὔτε RP f 35 TR TNT2 ¦ Οὐδὲ WH NA NIV SBL * 24:13 ⸋ με RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 24:13 ⸆ – RP f 35 TR ¦ σοι TNT2 WH NA NIV SBL * 24:13 ⸂2 νῦν RP f 35 TR ¦ νυνὶ TNT2 WH NA NIV SBL * 24:14 ⸂ τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις RP f 35 TR ¦ τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις TNT2 WH NA NIV SBL * 24:15 ⸋ νεκρῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:16 ⸂ δὲ RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 24:16 ⸂2 ἔχων RP f 35 ¦ ἔχειν TR TNT2 WH NA NIV SBL * 24:16 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τε f 35 * 24:17 ⸉ παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου RP f 35 TR ¦ ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην TNT2 WH NA NIV SBL * 24:18 ⸂ οἷς RP f 35 TR ¦ αἷς TNT2 WH NA NIV SBL * 24:18 ⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL * 24:19 ⸂ δεῖ RP TR ¦ ἔδει f 35 TNT2 WH NA NIV SBL * 24:19 ⸂2 με RP f 35 TR ¦ ἐμέ TNT2 WH NA NIV SBL * 24:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ εἴ TR * 24:20 ⸋ ἐν ἐμοὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 24:21 ⸉ ἑστὼς ἐν αὐτοῖς RP f 35 TR ¦ ἐν αὐτοῖς ἑστὼς TNT2 WH NA NIV SBL * 24:21 ⸂ ὑφ᾽ RP f 35 TR ¦ ἐφ᾽ TNT2 WH NA NIV SBL * 24:22 ⸂ Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς RP f 35 TR ¦ Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ TNT2 WH NA NIV SBL * 24:23 ⸋ τε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:23 ⸂ τὸν Παῦλον RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL * 24:23 ⸋2 ἢ προσέρχεσθαι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:24 ⸂ γυναικὶ RP f 35 ¦ γυναικὶ αὐτοῦ TR ¦ ἰδίᾳ γυναικὶ TNT2 WH NA NIV SBL * 24:24 ⸂2 χριστὸν RP TR TNT2 ¦ χριστὸν Ἰησοῦν f 35 WH NA NIV SBL * 24:25 ⸋ ἔσεσθαι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:26 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 24:26 ⸋ ὅπως λύσῃ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:26 ⸋2 αὐτόν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 24:27 ⸂ τε RP TR TNT2 WH NA NIV SBL ¦ δὲ f 35 * 24:27 ⸂2 χάριτας RP f 35 TR ¦ χάριτα TNT2 WH NA NIV SBL