2
1 Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῆς δόξης. 2 Ἐὰν γὰρ εἰσέλθῃ εἰς *⸋τὴν⸌ συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3 *⸂καὶ ἐπιβλέψητε⸃ ἐπὶ τὸν φοροῦντα *⸂2τὴν ἐσθῆτα τὴν λαμπράν,⸃ καὶ εἴπητε *⸋αὐτῷ,⸌ Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ *⸂3στῆθι ἐκεῖ, ἢ κάθου ὧδε⸃ ὑπὸ τὸ ὑποπόδιόν μου· 4 *⸋καὶ⸌ οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; 5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς *⸂τοῦ κόσμου⸃ πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6 Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7 Οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς; 8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9 εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 Ὅστις γὰρ ὅλον τὸν νόμον *⸂τηρήσει, πταίσει⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 Ὁ γὰρ εἰπών, *⸂Μὴ μοιχεύσεις, εἶπεν καί, Μὴ φονεύσεις·⸃ εἰ δὲ οὐ *⸂2μοιχεύσεις, φονεύσεις⸃ δέ, γέγονας παραβάτης νόμου. 12 Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· *⸆ κατακαυχᾶται ἔλεον κρίσεως.
14 Τί *⸋τὸ⸌ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ *⸂ἔχῃ;⸃ Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 Ἐὰν *⸋δὲ⸌ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι *⸂ὦσιν⸃ τῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί *⸋τὸ⸌ ὄφελος; 17 Οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ *⸉ἔργα ἔχῃ,⸊ νεκρά ἐστιν καθ᾽ ἑαυτήν. 18 Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. *⸂Δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου.⸃ 19 Σὺ πιστεύεις ὅτι *⸂ὁ θεὸς εἷς ἐστίν·⸃ καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν, καὶ φρίσσουσιν. 20 Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων *⸂νεκρά⸃ ἐστιν; 21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη; 23 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24 Ὁρᾶτε *⸋τοίνυν⸌ ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον. 25 Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 Ὥσπερ *⸋γὰρ⸌ *⸂τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων⸃ νεκρά ἐστιν.
* 2:2 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:3 ⸂ καὶ ἐπιβλέψητε RP f 35 TR TNT2 ¦ ἐπιβλέψητε δὲ WH NA NIV SBL * 2:3 ⸂2 τὴν ἐσθῆτα τὴν λαμπράν RP TR TNT2 WH NA NIV SBL ¦ τὴν λαμπρὰν ἐσθῆτα f 35 * 2:3 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:3 ⸂3 στῆθι ἐκεῖ, ἢ κάθου ὧδε RP f 35 TR ¦ στῆθι ἐκεῖ, ἢ κάθου TNT2 NA25+27 NIV73 ¦ στῆθι ἢ κάθου ἐκεῖ WH NA28 NIV11 SBL * 2:4 ⸋ καὶ RP TR NA28 ¦ – f 35 TNT2 WH NA25+27 NIV SBL * 2:5 ⸂ τοῦ κόσμου RP f 35 ¦ τοῦ κόσμου τούτου TR ¦ τῷ κόσμῳ TNT2 WH NA NIV SBL * 2:10 ⸂ τηρήσει, πταίσει RP f 35 TR ¦ τηρήσῃ, πταίσῃ TNT2 WH NA NIV SBL * 2:11 ⸂ Μὴ μοιχεύσεις … Μὴ φονεύσεις RP ¦ Μὴ μοιχεύσῃς … Μὴ φονεύσῃς f 35 TR TNT2 WH NA NIV SBL * 2:11 ⸂2 μοιχεύσεις, φονεύσεις RP f 35 TR ¦ μοιχεύεις, φονεύεις TNT2 WH NA NIV SBL * 2:13 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 2:14 ⸋ τὸ RP f 35 TR TNT2 NA NIV ¦ – WH SBL * 2:14 ⸂ ἔχῃ RP TR TNT2 WH NA NIV SBL ¦ ἔχει f 35 * 2:15 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:15 ⸂ ὦσιν RP f 35 NA28 ¦ ὦσι TR ¦ – TNT2 WH NA25+27 NIV SBL * 2:16 ⸋ τὸ RP f 35 TR TNT2 NA NIV ¦ – WH SBL * 2:17 ⸉ ἔργα ἔχῃ RP f 35 TR ¦ ἔχῃ ἔργα TNT2 WH NA NIV SBL * 2:18 ⸂ Δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. RP f 35 TR ¦ Δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγὼ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν. TNT2 WH NA NIV SBL * 2:19 ⸂ ὁ θεὸς εἷς ἐστί(ν) RP f 35 TR ¦ εἷς ἐστίν ὁ θεός TNT2 NA NIV SBL ¦ εἷς θεός ἐστίν WH * 2:20 ⸂ νεκρά RP f 35 TR ¦ ἀργή TNT2 WH NA NIV SBL * 2:24 ⸋ τοίνυν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:26 ⸋ γὰρ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 2:26 ⸂ τὸ σῶμα χωρὶς πνεύματος … ἡ πίστις χωρὶς τῶν ἔργων RP f 35 TR TNT2 ¦ τὸ σῶμα χωρὶς πνεύματος … ἡ πίστις χωρὶς ἔργων WH NA NIV SBL