4
The Ministry of the Apostles
1 Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. 2 *ο δε ¦ ωδε ᴄᴛ ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. 3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. 4 οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. 5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
6 Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ †απολλω ¦ απολλων ᴄᴛ Ἀπολλὼ δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ‡ο γεγραπται φρονειν ¦ α γεγραπται ᴄᴛ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς §φυσιουσθε ¦ μη φυσιουσθε ʜꜰ ᴘᴄᴋ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 7 τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
8 Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν *συμβασιλευσωμεν ¦ συνβασιλευσωμεν ᴛʜ ᴡʜ συμβασιλεύσωμεν. 9 δοκῶ γὰρ †οτι ¦ — ᴄᴛ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ‡ημεις ¦ υμεις ᴘᴄᴋ*ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ §γυμνητευομεν ¦ γυμνιτευομεν ᴄᴛ ᴘᴄᴋ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 *βλασφημουμενοι ¦ δυσφημουμενοι ᴄᴛ βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ †νουθετω ¦ νουθετων ɴᴀ ꜱʙʟ ᴡʜ νουθετῶ. 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου ‡γινεσθε ¦ γεινεσθε ᴛʜ γίνεσθε. 17 διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι §τεκνον μου ¦ μου τεκνον ᴄᴛ τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν *χριστω 87.1% ¦ χριστω ιησου ɴᴀ ꜱʙʟ ᴡʜ 12% Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18 ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· 19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, 20 οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ ἀλλ᾽ ἐν δυνάμει. 21 τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε †πραοτητος ¦ πραυτητος ᴄᴛ πρᾳότητος;

*4:2 ο δε ¦ ωδε ᴄᴛ

†4:6 απολλω ¦ απολλων ᴄᴛ

‡4:6 ο γεγραπται φρονειν ¦ α γεγραπται ᴄᴛ

§4:6 φυσιουσθε ¦ μη φυσιουσθε ʜꜰ ᴘᴄᴋ

*4:8 συμβασιλευσωμεν ¦ συνβασιλευσωμεν ᴛʜ ᴡʜ

†4:9 οτι ¦ — ᴄᴛ

‡4:10 ημεις ¦ υμεις ᴘᴄᴋ*

§4:11 γυμνητευομεν ¦ γυμνιτευομεν ᴄᴛ ᴘᴄᴋ

*4:13 βλασφημουμενοι ¦ δυσφημουμενοι ᴄᴛ

†4:14 νουθετω ¦ νουθετων ɴᴀ ꜱʙʟ ᴡʜ

‡4:16 γινεσθε ¦ γεινεσθε ᴛʜ

§4:17 τεκνον μου ¦ μου τεκνον ᴄᴛ

*4:17 χριστω 87.1% ¦ χριστω ιησου ɴᴀ ꜱʙʟ ᴡʜ 12%

†4:21 πραοτητος ¦ πραυτητος ᴄᴛ