16
The Collection for the Saints
1 Περὶ δὲ τῆς *λογιας ¦ λογειας ɴᴀ ꜱʙʟ λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. 2 κατὰ μίαν †σαββατων ¦ σαββατου ᴄᴛ σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ‡αν ¦ εαν ɴᴀ ꜱʙʟ ᴡʜ ἂν §ευοδωται ¦ ευοδουται ᴘᴄᴋ εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε *λογιαι ¦ λογειαι ɴᴀ ꜱʙʟ λογίαι †γινωνται ¦ γεινωνται ᴛʜ γίνωνται. 3 ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ· 4 ἐὰν δὲ ‡η αξιον ¦ αξιον η ᴄᴛ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
Paul’s Travel Plans
5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω (Μακεδονίαν γὰρ διέρχομαι)· 6 πρὸς ὑμᾶς δὲ τυχὸν §παραμενω ¦ καταμενω ᴡʜ παραμενῶ ἢ *και ¦ — ᴡʜ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω †δε ¦ γαρ ᴄᴛ δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν ὁ Κύριος ‡επιτρεπη ¦ επιτρεψη ᴄᴛ ἐπιτρέπῃ. 8 §ἐπιμενῶ ¦ ἐπιμένω ᴡʜ ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς· 9 θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου *εργαζεται ¦ εγαζεται ꜱᴛ*ἐργάζεται ὡς †και εγω ¦ καγω ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εγω ᴡʜ καὶ ἐγώ· 11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12 Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
Final Exhortations
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ ‡γινεσθω ¦ γεινεσθω ᴛʜ γινέσθω.
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί—οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς— 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ §φουρτουνατου ¦ φορτουνατου ᴄᴛ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ *υμων ¦ υμετερον ᴄᴛ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. †επιγινωσκετε ¦ επιγεινωσκετε ᴛʜ ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ‡ασπαζονται ¦ ασπαζεται ᴄᴛ ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ §πρισκιλλα ¦ πρισκα ᴄᴛ Πρίσκιλλα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν *κυριον ¦ κυριον ημων ᴘᴄᴋ Κύριον †ιησουν χριστον ¦ — ᴄᴛ Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαραναθά. 23 ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ ‡χριστου ¦ — ᴄᴛ Χριστοῦ μεθ᾽ ὑμῶν. 24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
§αμην ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ Ἀμήν.

*16:1 λογιας ¦ λογειας ɴᴀ ꜱʙʟ

†16:2 σαββατων ¦ σαββατου ᴄᴛ

‡16:2 αν ¦ εαν ɴᴀ ꜱʙʟ ᴡʜ

§16:2 ευοδωται ¦ ευοδουται ᴘᴄᴋ

*16:2 λογιαι ¦ λογειαι ɴᴀ ꜱʙʟ

†16:2 γινωνται ¦ γεινωνται ᴛʜ

‡16:4 η αξιον ¦ αξιον η ᴄᴛ

§16:6 παραμενω ¦ καταμενω ᴡʜ

*16:6 και ¦ — ᴡʜ

†16:7 δε ¦ γαρ ᴄᴛ

‡16:7 επιτρεπη ¦ επιτρεψη ᴄᴛ

§16:8 ἐπιμενῶ ¦ ἐπιμένω ᴡʜ

*16:10 εργαζεται ¦ εγαζεται ꜱᴛ*

†16:10 και εγω ¦ καγω ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εγω ᴡʜ

‡16:14 γινεσθω ¦ γεινεσθω ᴛʜ

§16:17 φουρτουνατου ¦ φορτουνατου ᴄᴛ

*16:17 υμων ¦ υμετερον ᴄᴛ

†16:18 επιγινωσκετε ¦ επιγεινωσκετε ᴛʜ

‡16:19 ασπαζονται ¦ ασπαζεται ᴄᴛ

§16:19 πρισκιλλα ¦ πρισκα ᴄᴛ

*16:22 κυριον ¦ κυριον ημων ᴘᴄᴋ

†16:22 ιησουν χριστον ¦ — ᴄᴛ

‡16:23 χριστου ¦ — ᴄᴛ

§16:24 αμην ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ