4
Paul’s Perseverance in Ministry
1 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ *εκκακουμεν ¦ εγκακουμεν ᴄᴛ ἐκκακοῦμεν, 2 †αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ᴛʀ ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ‡συνιστωντες ¦ συνιστανοντες ɴᴀ ꜱʙʟ ᴡʜ ¦ συνισταντες ᴛʜ συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ. 3 εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, 4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι §αυτοις ¦ — ᴄᴛ αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου *της ¦ τον ᴇʟᴢ*τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. 5 οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν †αλλα χριστον ιησουν ¦ αλλ ιησουν χριστον ɴᴀ ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν· 6 ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς ‡λαμψαι ¦ λαμψει ᴄᴛ λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ §ιησου ¦ — ꜱʙʟ ᴡʜ Ἰησοῦ Χριστοῦ.
7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· 8 ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ *κυριου ¦ — ᴄᴛ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ †μεν ¦ — ᴄᴛ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν ‡κυριον ¦ — ꜱʙʟ Κύριον Ἰησοῦν, καὶ ἡμᾶς §δια ¦ συν ᴄᴛ διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
Living by Faith
16 Διὸ οὐκ *εκκακουμεν ¦ εγκακουμεν ᴄᴛ ἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ †εσωθεν ¦ εσω ημων ᴄᴛ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ‡ημων ¦ — ᴡʜ ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

*4:1 εκκακουμεν ¦ εγκακουμεν ᴄᴛ

†4:2 αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ᴛʀ

‡4:2 συνιστωντες ¦ συνιστανοντες ɴᴀ ꜱʙʟ ᴡʜ ¦ συνισταντες ᴛʜ

§4:4 αυτοις ¦ — ᴄᴛ

*4:4 της ¦ τον ᴇʟᴢ*

†4:5 αλλα χριστον ιησουν ¦ αλλ ιησουν χριστον ɴᴀ

‡4:6 λαμψαι ¦ λαμψει ᴄᴛ

§4:6 ιησου ¦ — ꜱʙʟ ᴡʜ

*4:10 κυριου ¦ — ᴄᴛ

†4:12 μεν ¦ — ᴄᴛ

‡4:14 κυριον ¦ — ꜱʙʟ

§4:14 δια ¦ συν ᴄᴛ

*4:16 εκκακουμεν ¦ εγκακουμεν ᴄᴛ

†4:16 εσωθεν ¦ εσω ημων ᴄᴛ

‡4:17 ημων ¦ — ᴡʜ