6
Seven Chosen to Serve
1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν *ειπον ¦ ειπαν ᴄᴛ εἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε †ουν ¦ δε ɴᴀ ꜱʙʟ ᴡʜ οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος ‡αγιου ¦ — ᴄᴛ Ἁγίου καὶ σοφίας, οὓς §καταστησομεν ¦ καταστησωμεν ᴇʟᴢ ʜꜰ ʀᴘ καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα *πληρη ¦ πληρης ꜱʙʟ ᴛʜ ᴡʜ ʜꜰ ʀᴘ πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7 Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
The Arrest of Stephen
8 Στέφανος δὲ πλήρης †πιστεως 78.4% ¦ χαριτος ᴄᴛ 19.8% πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας ‡συζητουντες ¦ συνζητουντες ᴛʜ ᴡʜ συζητοῦντες τῷ Στεφάνῳ. 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς §μωυσην ¦ μωσην ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ Μωϋσῆν καὶ τὸν Θεόν. 12 *συνεκινησαν ¦ συνεκεινησαν ᴛʜ συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται †ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα ᴄᴛ ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ‡αγιου ¦ αγιου τουτου ɴᴀ ᴛʀ ᴡʜ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν §μωυσης ¦ μωσης ʜꜰ ᴘᴄᴋ ʀᴘ Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν *απαντες ¦ παντες ᴄᴛ ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ †ειδον ¦ ειδαν ᴡʜ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

*6:2 ειπον ¦ ειπαν ᴄᴛ

†6:3 ουν ¦ δε ɴᴀ ꜱʙʟ ᴡʜ

‡6:3 αγιου ¦ — ᴄᴛ

§6:3 καταστησομεν ¦ καταστησωμεν ᴇʟᴢ ʜꜰ ʀᴘ

*6:5 πληρη ¦ πληρης ꜱʙʟ ᴛʜ ᴡʜ ʜꜰ ʀᴘ

†6:8 πιστεως 78.4% ¦ χαριτος ᴄᴛ 19.8%

‡6:9 συζητουντες ¦ συνζητουντες ᴛʜ ᴡʜ

§6:11 μωυσην ¦ μωσην ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ

*6:12 συνεκινησαν ¦ συνεκεινησαν ᴛʜ

†6:13 ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα ᴄᴛ

‡6:13 αγιου ¦ αγιου τουτου ɴᴀ ᴛʀ ᴡʜ

§6:14 μωυσης ¦ μωσης ʜꜰ ᴘᴄᴋ ʀᴘ

*6:15 απαντες ¦ παντες ᴄᴛ

†6:15 ειδον ¦ ειδαν ᴡʜ